Τρίτη Φθίνοντος Θαργηλιώνος

Ιερή Αθηνάς, Τριτογένεια, Καλλυντήρια (Νικόμαχος)

Δεκάς Γ

28. Εικοστή ογδόη ημέρα της σελήνης
ΑΠΟ ΤΗ ΣΗΜΕΡΙΝΗ ΔΥΣΗ ΤΟΥ ΗΛΙΟΥ

Θαργηλιώνος ΚΗ΄ (28η)
ΑΤΤΙΚΟΣ ΜΗΝ 11ος

Δεκαήμερο Γ΄, το Φθίνον
ΚΗ΄. Ἡ εἰκοστή ὀγδόη, τρίτη φθίνοντος, τρίτη μετ’εἰκάδα εἰκὰς ὀγδόη

Γεγονότα

  • ΙΕΡΗ ΑΘΗΝΑΣ ΤΡΙΤΟΓΕΝΕΙΑΣ
  • ΚΑΛΛΥΝΤΗΡΙΑ σύμφωνα με το ημερολόγιο του Νικόμαχου και το Διάταγμα των Πραξιεργιδών

Αναφορές Πηγές για την ημέρα

Ἱερὴ γιὰ τὴν Ἀθηνᾶ.
Καλλυντήρια (ἀνὰ Διετία σύμφωνα μὲ τὸ ἡμερολόγιο τοῦ Νικόμαχου 3Α.6 καὶ τὴν 28η , σύμφωνα μὲ τὸ διαταγμα των Πραξιεργιδων IG I3 7)
Τριτογενὴς• ἡ Ἀθηνᾶ. . . . ἤ ὅτι (τρίτῃ) φθίνοντος ἐγενήθη, ὡς καὶ Ἀθηναῖοι ἄγουσιν.
(Λεξ. Σουΐδας Τριτογενὴς)
― Τριτογενὴς• ἡ Ἀθηνᾶ• ἤ τοι ὅτι. . . ἐγεννήθη (τρίτῃ) φθίνοντος.
(Φώτιος Λέξ. Τριτογενὴς)
Περὶ τῆς Γεννήσεως τῆς Θεᾶς Ἀθηνᾶς
― Φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις κατεπόθη ὑπὸ τοῦ Διὸς, καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῶ ὡρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις. ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ.
ΣΧΟΛΙΑ ΣΕ ΙΛΙΑΔΑ Α195 παρ. Θ. 39 Τριτογένεια, ΕΥΣΤΑΘΙΟΣ.
― Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν, πλεῖστα θεῶν εἰδυῖαν ἴδε θνητῶν ἀνθρώπων. ἀλλ’ὅτε δὴ ῥ’ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδὺν κ’τ.λ.
ΗΣΙΟΔΟΣ ΘΕΟΓΟΝΙΑ στ.886
― Αὐτὸς δ’ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν κ’τ.λ.
ΗΣΙΟΔΟΣ ΘΕΟΓΟΝΙΑ στ. 924
― Ἁνίχ’Ἁφαίστου τέχναισι
χαλκελάτῳ πελέκει
πατέρος Ἀθαναία κορυφὰν κατ’ἄκραν
ἀνορούσαισ’ ἀλάλαξεν
ὑπερμάκει βοᾶ•
Οὐρανὸς δ’ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
ΠΙΝΔΑΡΟΣ ΟΛΥΜΠ.7.65, ΣΧΟΛΙΑ παρ. 65,66
― Λωτροχόοι• μάτηρ δ’ ο-υτοις ’ετικτε θεάν•
ἀλλὰ Διὸς κορυφά.
ΚΑΛΛΙΜΑΧΟΣ, ΕΙΣ ΛΟΥΤΡΑ ΠΑΛΛΑΔΟΣ , ΥΜΝΟΣ 5 , στ. 134
Σύμφωνα μὲ τὴν παράδοση ἡ Ἀθηνᾶ εἶναι ἡ κόρη τοῦ Διὸς καὶ τῆς Μήτιδος, ἤ μόνο ἡ κόρη τοῦ Διὸς ποὺ γεννήθηκε ἀπὸ τὸ κεφάλι του.
Ἀνάμεσα στοὺς διάφορους τίτλους της ἡ ’Αθηνᾶ φέρει καὶ τὸν τίτλο Τριτογενὴς ἤ Τριτογένεια, ἄς ἐξετάσουμε τὴ προέλευση τους καὶ τὴν ἔννοια ποὺ φέρουν μέσα στὸ τίτλο καθὼς ἐπίσης καὶ τὴν ἐξήγηση ποὺ ἔδιναν οἱ ἀρχαῖοι συγγραφεῖς.
Ἀρχαίες ἀναφορὲς περὶ τοῦ τίτλου Τριτογενὴς ἤ Τριτογένεια στὴν ἀρχαιότητα ὡς τίτλος τῆς Ἀθηνᾶς:
α΄ ΠΗΓΕΣ (Τριτογένεια..ΣΧΟΛΙΑ ΙΛΙΑΔΑ Θ΄ στ.39)
― Ἀλλὰ Διὸς θυγάτηρ ἀγελείει Τριτογένεια.
ΟΔΥΣΣΕΙΑ Γ στ.378
― Θάρσει Τριτογένεια φίλον τέκος
ΗΛΙΑΔΑ Θ στ.39
― Αὐτὸς δ’ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν.
ΗΣΙΟΔΟΣ ΘΕΟΓΟΝΙΑ στ. 924
― Τριτογενῆ• τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεύς σεμνῆς ἐκ κεφαλῆς.
ΟΜΗΡΙΚΟΙ ΥΜΝΟΙ, Εἰς Ἀθηνᾶν (παραπ. ἀπὸ
― ἀλλ’ ἀνίεις, ἐπεὶ αὐτὸς ἐγείναο ἀΐδηλον.
ΙΛΙΑΔΑ Ε΄στ.880
καὶ ἀπὸ
― εὖτ’ἄρα δὴ Κρονίδης ἐρικυδέα γείνατ’ Ἀθήνην ἐν κορυφῆ.
ΥΜΝΟΣ ΕΙΣ ΑΠΟΛΛΩΝΑ στ. 308
― Ἐν Διὸς θυγατὴρ ἀγελείη Τριτογένεια.
ΗΣΙΟΔΟΣ ΑΣΠΙΣ στ.197
― Ἀλλ’εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου τίθησιν ὀρθὸν ἤ κατηρεφῆ ποδα, κ’τ.λ.
ΑΙΣΧΥΛΟΣ ΕΥΜΕΝΙΔΕΣ στ.293
β΄ ΠΗΓΕΣ (Τριτογένεια..ΣΧΟΛΙΑ ΙΛΙΑΔΑ Θ΄ στ.39)
― Τριτογένεια . . . .ἤ ὅτι τρίτη φθίνοντος ἐτέχθη• καὶ παροιμία• παῖς μοι Τριτογενὴς εἴη μὴ Τριτογένεια• ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες.
ΣΧΟΛΙΑ ΙΛΙΑΔΟΣ Θ στ.39
― Ὁ δὲ μῦθος οὕτω λέγει αὐτὴν, ὡς ἐν τρίτῃ μηνὸς γεννηθεῖσαν, ἤ ὡς ἐκ τοῦ Διὸς κεφαλῆς γενομένην• τριτὼ γὰρ, φαςὶ, κατὰ γλῶσσαν Κρητῶν ἡ κεφαλή. ὡς δὲ καὶ ἀπὸ τοῦ Τρίτωνος Λιβυκοῦ ποταμοῦ καλεῖται, οὕτω ἀλλαχοῦ δηλοῦται.
ΕΥΣΤΑΘΙΟΣ ΣΧΟΛΙΑ ΙΛΙΑΔΟΣ Θ στ.39 παρ. ΔΙΟΝΥΣΙΟΣ ΠΕΡΙΗΓΗΤΗΣ 267
― Ἤ καὶ Τριτογένεια διὰ τὸ ἐκ δεινότητος φοβερὸν, εἰ γε Τριτογένεια καὶ κατὰ τὸν κωμικὸν Τριτογένης, ἡ τὸ τρεῖν ἐγγεννῶσα τοῖς ἐχθροῖς. καὶ μὴν οὕτω καλεῖται. . . καὶ ὡς ἐκ τριτοῦς, ὅ ἐστι κεφαλῆς κατὰ Κρῆτας, τῆς τοῦ Διὸς γεγονυῖα. ἤ ὡς ἐν τρίτῃ μηνὸς γενομένη.
ΣΧΟΛ.παρ.ΙΛΙΑΔΑ Δ΄στ.515,504.24 παρ. ΣΧΟΛΙΑ ΙΛΙΑΔΑ Α΄στ.195
― Ὅτι δὲ καὶ παρὰ τὸν Τρίτωνα ποταμὸν ἡ λέξις λέγεται, ὡς ἐκεῖ γεννηθείσης τῆς Ἀθηνᾶς, ῥητέον κ’τ.λ. ὡς διὰ τοῦτο καὶ οἱ περὶ τὴν Τριτωνίδα λίμνην θύουσι τῆ Ἀθηνᾶ μάλιστα καθ’ Ἡρόδοτον, μετὰ δὲ τῶ Τρίτωνι, καὶ τῶ Ποσειδῶνι, οὗ φύσει θυγατέρα τὴν Ἀθηνᾶν οἱ ἐν Λιβύῃ νομίζουσι.
ΣΧΟΛ.παρ.ΙΛΙΑΔΑ Χ΄στ. 183.1265.10
― Φησὶ γοῦν Ἡρόδοτος τὴν Ἀθηνᾶν φύσει μὲν τοῦ Ποσειδῶνος θυγατέρα νομίζεσθαι τοῖς τῆ Λιβύη, θέσει δὲ τοῦ Διὸς.
ΣΧΟΛ.παρ.ΙΛΙΑΔΑ Υ΄στ. 438.1216.44
― Τριτογένεια δὲ, ἤ ὡς ἐκ τριτοῦς κατὰ Κρῆτας, ὅ ἐστι κεφαλῆς, τῆς τοῦ Διὸς, γεννηθεῖσα, ἤ ὡς ἐν τρίτῃ μηνὸς, ἤ ἐκ Τρίτωνος Λιβυκοῦ ποταμοῦ.
ΣΧΟΛ.παρ.ΟΔΥΣΣΕΙΑ Γ΄378 1473.11
― Τριτογένεια. . . ἤ ὅτι λέγεται ἡ τριτὼ κεφαλὴ κατ’ἐγχώριον διάλεκτον, ὡς ἐκ τριτοῦς ἤτοι καφαλῆς τοῦ Διὸς γεννηθεῖσα.
ΣΧΟΛΙΑ ΟΔΥΣΣΕΙΑ Γ΄στ.378
― Καὶ ἡ Τριττογένεια, ἥγουν ἡ ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς• τριττὼ γὰρ ἡ κεφαλὴ παρ’Αἰολεῦσι. κ’τ.λ.
ΣΧΟΛΙΑ ΗΣΙΟΔΟ ΑΣΠΙΣ 197
― Τρίτων• ποταμὸς Λιβύης, ἐν ὧ ἡ Ἀθηνᾶ ἐγεννήθη, ἀφ’οὗ καὶ Τριτογένεια ὀνομάζεται.
ΣΧΟΛΙΑ ΠΙΝΔΑΡΟΣ ΠΥΘ.4.35
― Ἤ ὡς ἀπὸ Τρίτωνος ποταμοῦ Λιβύης παρ’ὧ ἐτέχθη ἡ Ἀθηνᾶ.
ΣΧΟΛΙΑ ΑΡΙΣΤΟΦΑΝΗΣ ΙΠΠΗΣ στ. 1186 Ἐνετριτώνισεν.
― Τριτογενείης• εἶδος ὀρχήσεως ἥ καλεῖται ἐνόπλιος• διὰ τὸ εἰς Ἀθηνᾶν ταύτην τελεῖσθαι Τριτογένεια κέκληται. τριτὼ γὰρ ἡ κεφαλὴ παρ’Αἰολεῦσιν• ἐγεννήθη δὲ ἡ Ἀθηνᾶ ἐκ τῆς κεφαλῆς τοῦ Διὸς.
παρ. ΑΡΙΣΤΟΦΑΝΗΣ ΝΕΦΕΛΕΣ στ.985
― Τριτῶνες (ποταμοί) τρεῖς, Βοιωτίας Θεσσαλίας Λιβύης• ἐν δὲ τῶ κατὰ Λιβύην ἐτέχθη ἡ Ἀθηνᾶ.
ΣΧΟΛΙΑ ΑΠΟΛΛΩΝΙΟΣ ΡΟΔΙΟΣ Α.109 Τρίτωνις.
― Τρίτων πόλις Λιβύης• ἔστι δὲ καὶ Βοιωτίας. δοκεῖ ἡ Ἀθηνᾶ παρὰ θἀτερᾳ αὐτῶν γεγενῆσθαι, ἀφ’ οὗ καὶ Τριτογένεια λέγεται• οὕτω τινές. οἱ δὲ ἡ τὸ τρεῖν, ἤγουν τὸ φοβεῖσθαι, τοῖς ἐναντίοις ποιοῦσα.
ΣΧΟΛΙΑ ΑΠΟΛΛΩΝΙΟΣ ΡΟΔΙΟΣ Α.1311 Τρίτωνος.
― καὶ τριγέννητος θεὰ
ΛΥΚΟΦΡΩΝ 519
― Ἀθηνᾶ . . . Ἤ ὅτι κατὰ Καλλισθένην τρίτῃ τοῦ μηνὸς ἐγεννήθη• διὸ παρ’Ἀθηναίοις ἡ τρίτη ἱερὰ τῆς Ἀθηνᾶς• ἤ ὅτι ἐκ τῆς τριτοῦς, ἤγουν τῆς κεφαλῆς, τοῦ Διὸς ἐγεννήθη. τριτὼ γὰρ Βοιωτικῶς ἡ κεφαλὴ• ἤ ὅτι ἡ αὐτὴ ἐστι τῆ σελήνη• ἡ δὲ σελήνη ἀπὸ συνόδου τριταία φαίνεται.
ΤΖΕΤΖΗΣ ΣΧΟΛΙΑ ΛΥΚΟΦΡΩΝ
― Τὸ δὲ ἄγαλμα ὁρῶν τῆς Ἀθηνᾶς γλαυκοὺς ἔχον τοὺς ὀφθαλμοὺς Λιβύων τὸν μύθον ὄντα εὔρισκον. τούτοις γὰρ ἐστιν εἰρημένον Ποσειδῶνος καὶ λίμνης Τριτωνίδος θυγατέρα εἶναι.
ΠΑΥΣΑΝΙΑΣ Α.14.5 παρ. ΗΡΟΔΟΤΟΣ 4.178.180. ΔΙΟΔΩΡΟΣ ΣΙΚΕΛ.3.52.69, 5.72
― ῥεῖ δὲ καὶ ποταμὸς ἐνταῦθα οὐ μέγας χείμαρρος• ὀνομάζουσι δὲ Τρίτωνα αὐτόν, ὅτι τὴν Ἀθηνᾶν τραφῆναι παρὰ ποταμῷ Τρί-
τωνι ἔχει λόγος, ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων, ὃς ἐς τὴν πρὸς Λιβύη̣ θάλασσαν ἐκδίδωσιν ἐκ τῆς Τριτωνίδος λίμνης.
ΠΑΥΣΑΝΙΟΥ ΕΛΛΑΔΟΣ ΠΕΡΙΗΓΗΣΙΣ , ΒΟΙΩΤΙΚΑ 17
― Τὸν δ’ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν (Αἰγύπτιοι). . . διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι ταύτην γενέσθαι. ὠνομάσθαι δὲ αὐτὴν Τριτογένειαν ἀπὸ τοῦ τρίς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ’ἐνιαυτὸν , ἔαρος καὶ θέρους καὶ χειμῶνος.
ΔΙΟΔΩΡΟΣ Α.12
γ΄ ΠΗΓΕΣ (Τριτογένεια..ΗΣΥΧΙΟΣ)
― Τριτογένεια• ἡ τοῦ τὸ τρεῖν ἐγγεννῶσα τοῖς ἐναντίοις
ΗΣΥΧΙΟΣ ΛΕΞΙΚΟ Τριτογένεια
― Τριτογενὴς• ἐπιθετικὼς ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ τρεῖν ἐγγενᾶν τοῖς πολεμίοις• ἤ τῶ παρὰ Τρίτωνι τῶ ποταμῶ.
ΗΣΥΧΙΟΣ ΛΕΞΙΚΟ Τριτογενής
― Τριτώ• ‘ρεῦμα , τρόμος, φόβος.
ΗΣΥΧΙΟΣ ΛΕΞΙΚΟ Τριτώ
― Τριτώ• Νίκανδρος ὁ Κολοφώνιος φησι τὴν κεφαλὴν καλεῖν Ἀθαμᾶνας.
ΗΣΥΧΙΟΣ ΛΕΞΙΚΟ Τριτώ
― Τριτογενὴς• ἡ Ἀθηνᾶ ἤτοι ὅτι ἐκ τῆς νηδός καὶ τῆς μήτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν• ἤ ὅτι παρὰ τῶ Τρίτωνι τῶ ποταμῶ Λιβύης ἐγεννήθη (τρίτῃ) φθίνοντος, ὡς καὶ Ἀθηναῖοι ἄγουσιν• ἤ ὅτι τρίτη μετὰ Ἀρτέμιν καὶ Ἀπόλλωνα ἐγεννήθη• ἤ ἐπεὶ Τριτῶνα τὴν κεφαλὴν Ἀθαμᾶνες λέγουσιν• ἤ ἐπεὶ παρὰ Τρίτωνι ἐγένετο• ἤ (ὅτι) τοῦ τρεῖν εὐλαβεῖσθαι αἰτία• ἤ γεννητικὴ ὅτι (ὅτι γεννηθεῖσα) ἀπελουσάτο τῶ Τρίτωνι τῶ Λιβύης ποταμῶ.
ΦΩΤΙΟΣ ΛΕΞΙΚΟ Τριτογενὴς
― Τριτομηνίς• τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν. δεκεῖ δὲ γεγεννῆσθαι τὸτε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτὴν φησι λέγεσθαι, τὴν αὐτὴν τῆ σελήνῃ νομιζομένη.
ΦΩΤΙΟΣ, ΣΟΥΪΔΑΣ ΛΕΞΙΚΑ Τριτομηνίς
― Τριτογένεια• ἡ Ἀθηνᾶ ἤτοι ὅτι ἐκ τῆς μῆτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν• ἤ παρὰ τῶ Τρίτωνι ποταμῶ ἐγεννήθη• ἤ ὅτι τρίτη μετὰ τὴν Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγένετο. ἤ ἐπειδὴ τριτώ ἐστιν, ὅπερ κατὰ Ἀθαμᾶνας σημαίνει τὴν κεφαλὴν. ἤ ἐπειδὴ τριταία γέγονεν, οἱονεὶ ἡ φαινομένη τριταία• καὶγὰρ τὴν αὐτὴν εἶναι τῆ σελήνη• καὶ τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν• δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ.
ΜΕΓΑ ΕΤΥΜΟΛΟΓΙΚΟ ΛΕΞΙΚΟ
― Τριτογενὴς• . . . ἤ ἐπεὶ Τρίτωνα τὴν κεφαλὴν Ἀθαμᾶνες λέγουσιν.
ΣΟΥΪΔΑΣ ΛΕΞΙΚΟ Τριτογενής.
― Τριτομηνίς• Ἑορτὴ ἀγομένη Ἀθηνᾶς τῆ τρίτῃ.
ΕΛΛΗΝΙΚΑ ΑΝΕΚΔΟΤΑ 306.32 Τριτομηνίς

Close Menu