Νουμηνία – Μην Σκιροφοριών

Δεκάς Α

1. Πρώτη ημέρα της σελήνης
ΑΠΟ ΤΗ ΣΗΜΕΡΙΝΗ ΔΥΣΗ ΤΟΥ ΗΛΙΟΥ

Σκιροφοριώνος Α΄ (1η)
ΑΤΤΙΚΟΣ ΜΗΝ 12ος

Δεκαήμερο Α΄, το Ιστάμενο
Α΄. Νουμηνία, πρώτη ισταμένου

Γεγονότα

  • ΝΟΥΜΗΝΙΑ (Νέα Σελήνη)
    Πανελλήνια ἑορτή Νουμηνίας
  • ΙΕΡΗ ΝΟΥΜΗΝΙΟΥ ΑΠΟΛΛΩΝΟΣ
  • ΙΕΡΗ ΑΠΑΝΤΩΝ ΟΥΡΑΝΙΩΝ ΘΕΩΝ
  • ΕΠΙΜΗΝΙΑ ΘΥΟΜΕΝΑ

Αναφορές Πηγές για την ημέρα

Σὲ ολόκληρο τὸν Ἑλληνικὸ κόσμο ἡ πρώτη ἡμέρα τοῦ κάθε μηνὸς ὁνομαζόταν ἡ Νουμηνία καὶ ἦταν πανελλήνια ἑορτὴ , ἡ ημέρα τῆς Νέας Σελήνης.
― Τὴν νεομηνίαν πάντων τῶν θεῶν νομίζουσιν εἶναι. ταύτην γὰρ οἱ πρόγονοι τοῖς θεοῖς ἀνέθεσαν διὰ τὸ πρώτην αὺτὴν εἶναι τοῦ μηνός. πάσας τε τὰς ἀρχὰς προσήψαν αὐτοῖς ὀρθῶς ποιοῦντες…τοῦ δὲ (τὸ δὲ) Ἀπόλλωνος ταύτην εἶναι νομίζειν τὴν ἡμέραν ―εἰκότως τὸ πρῶτον φῶς τῷ αἰτιωτάτῳ τοῦ πυρὸς (ἀποδιδόασιν)• ἐκάλουν τε αὐτὸν καὶ Νεομήνιον. ἡ ἱστορία παρὰ Φιλοχόρῳ.
(Σχ. Ὀδ. Ῥαψ. Υ καὶ Φ)
―Ἐκαλεῖτο δὲ καὶ θυσία τις ἐπιμήνια, ἡ κατὰ μῆνα τῇ νουμηνίᾳ συντελουμένη.
(Ἠσύχιος στὸ Ἐπιμήνιοι)
Ὁ Πλούταρχος στὰ Ηθικὰ 827α τὴν χαρακτηρίζει ὡς τὴ ἱερωτάτη ἀπὸ ὅλες τίς ἡμέρες:

  • οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθ᾽ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδ᾽ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν.
    Τὸ χαρακτηριστικὸ τῆς ἑορτῆς ἦταν ἡ μεγάλη ἀγορὰ :
  • οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
    ἐπρίατο δοῦλον
    ΑΡΙΣΤΟΦΑΝΗΣ ΙΠΠΗΣ 43-44
  • Φιλοκλέων
    μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλ᾽ ἀποδόσθαι βούλομαι τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις· νουμηνία γάρ ἐστιν.
    ΑΡΙΣΤΟΦΑΝΗΣ ΣΦΗΚΕΣ 169-171
    ἐπίσης οἱ ἀγῶνες στὴν Παλαίστρα:
  • καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ, ὥστ᾽ ἀλείφεσθαί σ᾽ ἀπ᾽ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
    ΑΡΙΣΤΟΦΑΝΗΣ ΑΧΑΡΝΗΣ 999
    καὶ τέλος τὸ Δεῖπνο :
  • ‘ οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δ᾽ ἀκούετε καθ᾽ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο,3 μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις: οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ᾽ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν..
    ΑΘΗΝΑΙΟΣ 12.551φ
    Ἕνα ἱδιαίτερο χαρακτηριστικὸ ἱδιωτικῶν λατρευτικῶν πράξεων γιὰ αὐτὴ τὴν ἡμέρα ἦταν ἐπίσης ἡ τοποθέτηση Λιβανιοῦ στὰ ἀγάλματα τῶν θεῶν ὡς θυμίαμα καὶ κλάδους Δάφνης μὲ Εἰρεσιῶνες :
  • ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ᾽ ἔχειν εἰωθέναι
    τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
    ΑΡΙΣΤΟΦΑΝΗΣ ΣΦΗΚΕΣ 94-96,
    ΣΧΟΛΙΑ ΑΡΙΣΤ. )
    ―Κατὰ δὲ νουμηνίαν γὰρ ἔθος εἶχον λιβανωτοὺς ἐπιτιθέναι τοῖς ἀγάλμασι
    (Ἀριστ. Σφῆκες 171).
    ―Θεόπομπος• Πηνελόπῃ• Καὶ σε τῇ νουμηνίᾳ, ἀγαλματίοις ἀγἀλουμεν ἀεὶ καὶ δάφνῃ
    (Ἀνέκδοτα, 328. 10 Ἀγῆλαι.)
    Πρόσθετες πηγές:
    ― ’Επιμήνια• τὰ καθ’ἔκαστον μῆνα θυόμενα, ἤ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γινόμενα θύματα (ὑπέρ τῆς πόλεως) . (Ἐτυμ. στὸ Corpus Inscription. 2656. Άλικαρνασσός)
    ― Καὶ εἰ σήμερον ὁ ἀγὼν νουμηνίαν ἄγει. (Θεόφραστος Χαρακτ. 3 Ἀγροικία)
    ― Οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης ….συνεστισῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι.
    (Λυσίας, Ἐν τῷ ὑπὲρ Φανίου παρανόμων 31 Ἀποσ.)(Ἀθηναῖος 12.76).
    Ὁ Δημοσθένης μαρτυρεῖ ὅτι οἱ Ἀθηναῖοι ἀνέβαιναν στὴν Ἀκρόπολη αὐτὴ τὴν ἡμέρα ὅπου ἐκεῖ γίνονταν ἡ ἐπίσημη παρουσίαση τῶν Ἐπιμηνίων .
  • πῶς δ᾽ εἰς τὸ μητρῷον βαδιεῖσθε, ἄν τι βούλησθε; οὐ γὰρ δήπου καθ᾽ ἕν᾽ ὑμῶν ἕκαστος ὡς ἐπὶ κυρίους τοὺς νόμους πορεύσεται, εἰ νῦν μὴ βεβαιώσαντες αὐτοὺς ἔξιθ᾽ ἅπαντες κοινῇ. πῶς δὲ ταῖς νουμηνίαις εἰς ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὔξεσθε, ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε;
    ΔΗΜΟΣΘΕΝΗΣ 25.99
    Τὰ Ἐπιμήνια περιγράφονται καὶ ἀπὸ τὸν Ἡρόδοτο:
    ― λέγουσι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα τῆς ἀκροπόλιος ἐνδιαιτᾶσθαι ἐν τῷ ἱρῷ• λέγουσί τε ταῦτα καὶ δὴ ὡς ἐόντι ἐπιμήνια ἐπιτελέουσι προτιθέντες• τὰ δ’ ἐπιμήνια μελιτόεσσά ἐστι. αὕτη δὴ ἡ μελιτόεσσα ἐν τῷ πρόσθε αἰεὶ χρόνῳ ἀναισιμουμένη τότε ἦν ἄψαυστος. σημηνάσης δὲ ταῦτα τῆς ἱρείης, μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ προθυμότερον ἐξέλιπον τὴν πόλιν, ὡς καὶ τῆς θεοῦ ἀπολελοιπυίης τὴν ἀκρόπολιν. ὡς δέ σφι πάντα ὑπεξέκειτο
    ΗΡΟΔΟΤΟΥ ΙΣΤΟΡΙΑΙ 8.41
    Οἱ πλούσιοι τῆς πόλεως παρέθεταν δεῖπνο γιὰ τοὺς φτωχοὺς κάθε νουμηνία.
    ―Πῶς δὲ ταῖς νουμηνίαις εἰς τὴν ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὐξεται.
    (Δημοσθ, Κατὰ Ἀριστογείτονος Α 24.114).
    ―Παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι• εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον• φησὶ γὰρ αὕτη τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν’ἀποπέμπειν, τοὺς δὲ πὲνητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι. (Ἀριστοφ. Πλοῦτος.παρ. 594).
    [ἀπ’ τὴν Ἑκάτη μποροῦμε νὰ μάθουμε
    ἄν ὁ πλοῦτος ἤ ἡ φτώχεια εἶναι καλύτερο.
    Λοιπόν, αὐτή λέει πῶς ὅσοι τὸν ἔχουν καὶ εἶναι πλούσιοι,προσφέρουν δεῖπνο κάθε μῆνα,
    καὶ οἱ φτωχοί τ’ἀρπάζουν πρὶν νὰ τ’ ἀκουμπήσουν χάμω.]
    ―Κάθε νουμηνίαν οἱ πλούσιοι ἔπεμπον δεῖπνον ἑσπέρας εἰς θυσίαν τῇ Ἑκάτῃ ἐν ταῖς τριόδοις.
    (Σχόλ. Ἀριστ. Πλούτ.)
    Εἰρεσιῶνες στὰ ἀγάλματα τῶν θεῶν:
    ―Τὸν δὲ Κλέαρχον φᾶναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς προσήκουσι χρόνοις, κατὰ μῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ἱερῶν
    (Πορφύριος: «Περί Αποχῆς Ἐμψύχων» 2.14, Λιβάνιος,Ι.394.14. , Ὀράτ. 12 «Εἰς Ἰουλιανὸν αὐτοκράτορα Ὕπατον.)
    ― Στρατόνικος εἰς Ἄβδηρ’ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτοθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατ’ἰδίαν κεκτημένον κήρυκα, κηρύττοντα τε ἕκαστον αὐτῶν ὅτε θέλοι νουμηνίαν κ’,τ.λ.
    (Ἀθηναῖος, 8.41)
    Τὰ παγώνια τοῦ Δήμου, ὑιοῦ τοῦ Πυριλάμπους στὴν Ἀθῆνα, παρουσιάζονταν στὸν κόσμο μιὰ φορὰ τὸν μῆνα,στὴν ἡμέρα τῆς νουμηνίας :
    ― Ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσήει• τὰς δ’ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι οὐκ ἔστιν ὅστις ἔτυχε. καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρώην ἀλλ’ἔτη πλέον ἤ τριάκοντα ἔστίν.
    ( Ἀντιφών, Ἀθηναῖος 9.56. Ἁρποκρατίων, Πυριλάμπης, Ἀἰλιανός, Περὶ Ζῴων Ἰδιότητος, 5.21)
    Στὴ νουμηνία οἱ οἰκέτες τῶν Ἀθηνῶν μαζεύονταν Ἀγορὰ :
    ― Ἐκάλουν δὲ καὶ ἀπὸ τῆς ἡμέρας ἐν ἧ ὠνήσαντο τὸν οἰκέτην ἐξ οὗ καὶ τοὺς Νουμήνιους ὠνόμαζον.
    ( Φώτ. 279, Ἑλλάδ. 532.40-533.Ι)
    Γιὰ τοὺς Ἀθηναίους ἡ Νουμηνία ἦταν Ἱερότερη ὅλων τῶν ἡμερῶν καὶ αὐτὸ φαίνεται στὸ ὄτι δὲν ἐπέτρεψαν ποτὲ τὴν προσθήκη ἄλλων ἑορτῶν γιὰ τὴν ἡμέρα αὐτή.
Close Menu