Έκτη Φθίνοντος Βοηδρομιώνος

Δεκάς Γ

25. Εικοστή πέμπτη ημέρα της σελήνης
ΑΠΟ ΤΗ ΣΗΜΕΡΙΝΗ ΔΥΣΗ ΤΟΥ ΗΛΙΟΥ

Βοηδρομιώνος ΚΕ΄ (25η)
ΑΤΤΙΚΟΣ ΜΗΝ 3ος

Δεκαήμερο Γ΄, το Φθίνον
ΚΕ΄. Ἡ εἰκοστή πέμπτη, ἡ ἕκτη φθίνοντος, ἡ εἰκὰς πέμπτη, ἡ ἕκτει μετ’εἰκάδας

Γεγονότα

  • ΗΜΕΡΑ ΣΥΝΕΛΕΥΣΕΩΝ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΟΥ ΔΗΜΟΥ
  • ΑΠΟΔΟΣΗ ΕΠΑΙΝΩΝ, ΤΙΜΩΝ ΚΑΙ ΧΡΥΣΩΝ ΣΤΕΦΑΝΩΝ ΣΕ ΕΦΗΒΟΥΣ ΑΚΟΝΤΙΣΤΕΣ ΓΙΑ ΤΗΝ ΑΝΔΡΕΙΑ ΠΟΥ ΕΠΕΔΕΙΞΑΝ ΠΡΟΣΤΑΤΕΥΟΝΤΑΣ ΤΟΝ ΛΟΦΟ ΤΩΝ ΜΟΥΣΩΝ
  • ΚΑΤΑΓΡΑΦΗ ΑΚΙΝΗΤΟΥ

Αναφορές Πηγές για την ημέρα

Η σημερινή ημέρα είναι ημέρα συνελεύσεων της Εκκλησίας του Δήμου.Η πρώτη συνέλευση πραγματοποιείται για να αποδοθούν έπαινοι, τιμές και χρυσοί στέφανοι στους έφηβους ακοντιστές και τον παιδοτρίβη τους για την ανδρεία που επέδειξαν προστατεύοντας τον Λόφο των Μουσών (Μουσείον) πριν και κατά τον Χρεμωνίδειο Πόλεμο. Η φύλαξη του Λόφου των Μουσών ήταν το καθήκον των εφήβων πριν και μέχρι τον πόλεμο. Το -287 η φρουρά του Δημητρίου του Πολιορκητή εκδιώχθηκε από τον Λόφο των Μουσών. Από εκείνη τη στιγμή μέχρι το τέλος του πολέμου, η Αθήνα ήταν ελεύθερη από τον Μακεδονικό έλεγχο και ο λόφος τότε έγινε το σύμβολο της Ελευθερίας
― ἐπὶ Νικίου ἄρχοντος Ὀτρυνέως ἐπὶ τῆς Ἀκαμαντίδος τρίτ-
ης πρυτανείας, ἧι Ἰσοκράτης Ἰσοκράτου Ἀλωπεκῆθεν ἐγρα-
μμάτευεν· Βοηδρομιῶνος ἕκτει μετ’ εἰκάδας, ἕκτει καὶ εἰκ-
κοστεῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρων ἐπεψήφιζε-
ν Λεωκράτης Λεωστράτου Οἰναῖος καὶ συμπρόεδροι· ἔδοξ-
εν τεῖ βουλεῖ καὶ τῶι δήμωι· ․․․․τρατος Μυννίσκου Περ-
γασῆθεν εἶπεν· ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐφηβεύσαντες ἐπὶ Μεν-
εκλέους ἄρχοντος πολέμου κατέχοντος τὴν πόλιν διέμει-
ναν πάντες εὐτακτοῦντες καὶ πειθόμενοι τοῖς τε νόμοις
καὶ τῶι κοσμητεῖ καὶ διετέλεσαν τὸν ἐνιαυτὸν τὰς φυλ-
ακὰς λειτουργοῦντες καὶ ἅπαντα τὰ παρανγελλόμενα ὑπὸ
τοῦ στρατηγοῦ εἰς τὴν το̣ῦ Μουσείου φυλακήν, καθάπερ ἐτά-
χθησαν ὑπὸ τοῦ δήμου· ὅπως ἂν οὖν, ἐπειδὴ καὶ οἱ ἄλλοι οἱ δ-
ιαμείναντες τετίμηνται κατὰ τὴν ἀξίαν, τιμηθῶσι καὶ οὗ-
τοι· ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι v τοὺς προέδρους
οἳ ἂν προεδρεύωσιν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν προσαγα-
γεῖν τὸν κοσμητὴν μετὰ τὰ ἱερὰ καὶ χρηματίσαι περὶ τούτ-
ων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δ-
οκεῖ τῆι βουλῆι, ἐπαινέσαι τοὺς ἐφήβους τοὺς ἐφηβεύσα-
ντας ἐπὶ Μενεκλέους ἄρχοντος καὶ στεφανῶσαι αὐτοὺς χρ-
υσῶι στεφάνωι κατὰ τὸν νόμον εὐταξίας ἕνεκεν καὶ φιλοτ-
ιμίας, ἣν ἔχοντες διατελοῦσιν πρὸς τὸν δῆμον· εἶναι δ’ αὐ-
τοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν.
ἐπαινέσαι δὲ καὶ τὸν κοσμητὴν αὐτῶν Ἀμεινίαν Ἀντιφάν-
ου Κηφισιέα· ἐπαινέσαι δὲ καὶ τὸν παιδοτρίβην Ἑρμόδωρ-
ον Ἑορτίου Ἀχαρνέα καὶ τὸν ἀκοντιστὴν Φιλόθεον Στρατ-
ίου Λαμπτρέα καὶ τὸν καταπαλταφέτην Μνησίθεον Μνησι-
θέου Κόπρειον καὶ τὸν γραμματέα Ἑρμογένην καὶ τὸν το-
ξότην Σῶνδρον Κρῆτα καὶ στεφανῶσαι αὐτοὺς θαλλοῦ στε-
φάνωι εὐταξίας ἕνεκα καὶ ἐπιμελείας ἣν ἔχοντες διατελ-
οῦσιν περὶ τοὺς ἐφήβους. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τ-
ὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνηι καὶ
στῆσαι ἐν ἀγορᾶι, τὸ δὲ γενόμενον ἀνάλωμα εἰς τὴν στήλην
μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσει.
ἡ βουλὴ τοὺς
   ἐφήβους
ὁ δῆμος τὸν κοσμητὴν Ἀμεινίαν Ἀντιφάνου Κηφισιέα
ὁ δῆμος τοὺς ἐφήβους
οἱ ἐφηβεύσαντες
Ἀντιγονίδος
     Αἰθαλίδαι
Χαρῖνος Θρασωνίδου
     Εἰτεαῖοι
Λυσικράτης Φορμίωνος
     Κυδαθηναιεῖς
Θεόφιλος Θεοξένου
   Δημητριάδος
     Μελιτεῖς
Αἰσχητάδης Προξένου
    ἐκ Κοίλης
ης Εὐθίου
  Ἐρεχθηΐδος
ου
     χου
κλείδου
   Αἰγηΐδος
δώρου
   εῖς
Καλλικράτου
   ιοι
ησίου
  
Πανδιονίδος
     Μυρρινούσιοι
Ἀριστοκράτης Ἀντιμάχου
   Παιανιεῖς
Τεισαμενὸς  
  Ὄαθεν
Ἱεροκλῆς Ἀντ
  Ἀνγελῆθεν
Χαιρέστρατος Χαι
Λεωντίδος
     Σουνιεῖς
Ξενοφῶν Θεμιστοκλέους
     Πήληκες
Λυσανίας Λυσανδρ
Ἀκαμαντίδος
     Κεφαλῆθεν
Φιλοκράτης  
     Σφήττιοι
Εὐκλείδης   ου
Οἰνηΐδος
     
ου
Κεκροπίδος
     Φλυεῖς
Νικήρατος Νικηράτου
    Ἱπποθωντίδος
  Ἀζηνιεῖς
Χάρης Πολλίου
     Θυμαιτάδαι
Ἀριστόδημος Κλεόλεω
   Αἰαντίδος
     Μαραθώνιοι
Βούθηρος Φιλωνίδου
Εὐθύνομος Ἀντιμάχου
    Ῥαμνούσιοι
Κλεομέδων Κλεαρέτου
Τηλέσκοπος Ἀριστοκρίτου
     Φαληρεῖς
Ἀμεινίας Δηλιάδου
    Ἀντιοχίδος
     Αλωπεκεῖς
Διοφάνης Κλεαινέτου
Χαρίας Ἀρχεβιάδου
     Παλληνεῖς
Τιμοκράτης Κηφισοδήμου
Κηφίσιος Κηφισοδήμου
   τὸν παιδο-
    τρίβην
  Ἑρμόδωρον
   Ἑορτίου
Ἀχαρνέα
τὸν καταπαλταφέτην
    Μνησίθεον
    Μνησιθέου
Κόπρειον

   τὸν τοξότην
 Σῶνδρον Κρῆτα
ΑΤΤΙΚΗ ΕΠΙΓΡΑΦΗ IG II² 665, ΕΤΟΣ -282

― θεοί.
ἐπὶ Θεοφίλου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδ[ος τρίτης πρυτανείας, ἧι Φίλιππος Κηφισοδώρου Ἀφιδναῖος ἐγραμμάτευεν· Βοηδρομιῶνος ἕκτει μετ’ εἰκάδας,
τρίτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζε[ν ․․․․․․․․․․․ Ἀναφλύστιος καὶ συνπρόεδροι·
ἔδοξεν τῆι βουλεῖ καὶ τῶι δήμωι·
ΑΤΤΙΚΗ ΕΠΙΓΡΑΦΗ IG II² 837, ΕΤΟΣ -227

Ὁ Δημοσθένης καταγράφει ὅτι ἡ σημερινὴ ἡμέρα ἦταν ἡ συμφωνημένη ἡμέρα γιὰ τὴν παράδοση τῆς καταγραφῆς ἀκινήτου:

― τὴν δὲ ἀπόφασιν τῆς οὐσίας τῆ ἕκτη φθίνοντος [βοηδρομιῶνος]
ΔΗΜΟΣΘΕΝΗΣ 42.12

Close Menu